Dyskolos prologue, le chromatorama

Copiez la partie du texte qui vous a été attribuée et faites-en le chromatorama en vous servant de celui-ci.

ΔΥΣΚΟΛΟΣ

 

(Dyscolus, ed. F.H. Sandbach, Menandri reliquiae selectae. Oxford: Clarendon Press, 1972: 47-91.)

(ΠΑΝ)        Τῆς Ἀττικῆς νομίζετ’ εἶναι τὸν τόπον,

Φυλήν, τὸ νυμφαῖον δ’ ὅθεν προέρχομαι

Φυλασίων καὶ τῶν δυναμένων τὰς πέτρας

ἐνθάδε γεωργεῖν, ἱερὸν ἐπιφανὲς πάνυ.

τὸν ἀγρὸν δὲ τὸν ἐπὶ δεξί’ οἰκεῖ τουτονὶ

Κνήμων, ἀπάνθρωπός τις ἄνθρωπος σφόδρα

καὶ δύσκολος πρὸς ἅπαντας, οὐ χαίρων τ’ ὄχλωι –

“ὄχλωι” λέγω; ζῶν οὗτος ἐπιεικῶς χρόνον

πολὺν λελάληκεν ἡδέως ἐν τῶι βίωι

10     οὐδεν<ί>, προσηγόρευκε πρότερος δ’ οὐδένα,

πλὴν ἐξ ἀνάγκης γειτνιῶν παριών τ’ ἐμὲ

τὸν Πᾶνα· καὶ τοῦτ’ εὐθὺς αὐτῶι μεταμέλει,

εὖ οἶδ’.

 

. ἡ δὲ παρθένος

γέγονεν ὁμοία τῆι τροφῆι τις, οὐδὲ ἓν

εἰδυῖα φλαῦρον. τὰς δὲ συντρόφους ἐμοὶ

Νύμφας κολακεύουσ’ ἐπιμελῶς τιμῶσά τε

πέπεικεν αὐτῆς ἐπιμέλειαν σχεῖν τινα

ἡμᾶς· νεανίσκον τε καὶ μάλ’ εὐπόρου

40     πατρὸς γεωργοῦντος ταλάντων κτήματα

ἐνταῦθα πολλῶν, ἀστικὸν τῆι διατριβῆι,

ἥκο]ν~τ’ ἐπὶ θήραν μετὰ κυνηγέτου τινὸς

[   ]υ κατὰ τύχην παραβαλόντ’ εἰς τὸν τόπον

[   ]. ἔχειν πως ἐνθεαστικῶς ποῶ.

ταῦτ’ ἐστὶ τὰ κεφάλαια,

Laisser un commentaire

Votre adresse de messagerie ne sera pas publiée. Les champs obligatoires sont indiqués avec *