Archives mensuelles : mars 2017

On traduit, avec quelques aides surpuissantes

Voici le texte que vous allez traduire (texte Achille aux enfers) :

Αἴαντός θ᾽, ὃς ἄριστος ἔην εἶδός τε δέμας τε

470 τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.

ἔγνω δὲ ψυχή με ποδώκεος Αἰακίδαο

καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα·

 » ᾽διογενὲς Λαερτιάδη, πολυμήχαν᾽ Ὀδυσσεῦ,

σχέτλιε, τίπτ᾽ ἔτι μεῖζον ἐνὶ φρεσὶ μήσεαι ἔργον;

475 πῶς ἔτλης Ἄϊδόσδε κατελθέμεν, ἔνθα τε νεκροὶ

ἀφραδέες ναίουσι, βροτῶν εἴδωλα καμόντων; »

« ὣς ἔφατ᾽, αὐτὰρ ἐγώ μιν ἀμειβόμενος προσέειπον·

᾽ὦ Ἀχιλεῦ Πηλῆος υἱέ, μέγα φέρτατ᾽ Ἀχαιῶν,

ἦλθον Τειρεσίαο κατὰ χρέος, εἴ τινα βουλὴν

480 εἴποι, ὅπως Ἰθάκην ἐς παιπαλόεσσαν ἱκοίμην·

οὐ γάρ πω σχεδὸν ἦλθον Ἀχαιΐδος, οὐδέ πω ἁμῆς

γῆς ἐπέβην, ἀλλ᾽ αἰὲν ἔχω κακά. σεῖο δ᾽, Ἀχιλλεῦ,

οὔ τις ἀνὴρ προπάροιθε μακάρτατος οὔτ᾽ ἄρ᾽ ὀπίσσω.

πρὶν μὲν γάρ σε ζωὸν ἐτίομεν ἶσα θεοῖσιν

485 Ἀργεῖοι, νῦν αὖτε μέγα κρατέεις νεκύεσσιν

ἐνθάδ᾽ ἐών· τῷ μή τι θανὼν ἀκαχίζευ, Ἀχιλλεῦ.᾽

« ὣς ἐφάμην, ὁ δέ μ᾽ αὐτίκ᾽ ἀμειβόμενος προσέειπε·

᾽μὴ δή μοι θάνατόν γε παραύδα, φαίδιμ᾽ Ὀδυσσεῦ.

βουλοίμην κ᾽ ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ,

490 ἀνδρὶ παρ᾽ ἀκλήρῳ, ᾧ μὴ βίοτος πολὺς εἴη,

ἢ πᾶσιν νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν.

Vous allez réaliser vous même un chromatorama (cf. exemples donnés sur Daphnis et Chloé) d’un morceau du texte que j’attribuerai à votre groupe de 2.

Vous allez vous aider de divers outils.

La traduction juxtalinéaire suivante (que vous avez aussi sur papier).

Le dictionnaire de grec qui est dans la barre du haut du site.

Le fabuleux lemmatiseur eulexis

le clavier grec ancien pour pouvoir écrire le mot que vous allez lemmatiser

Vous analyserez également toutes les formes verbales de votre morceau (verbes conjugués, à l’infinitif et au participe).